Parmenides [126α] Κέφαλος ἐπειδὴ Ἀθήναζε οἴκοθεν ἐκ Κλαζομενῶν ἀφικόμεθα, κατ᾽ ἀγορὰν ἐνετύχομεν Ἀδειμάντῳ τε καὶ Γλαύκωνι: καί μου λαβόμενος τῆς χειρὸς ὁ Ἀδείμαντος, Χαῖρ᾽, ἔφη, ὦ Κέφαλε, καὶ εἴ του δέῃ τῶν τῇδε ὧν ἡμεῖς δυνατοί, φράζε. ἀλλὰ μὲν δή, εἶπον ἐγώ, πάρειμί γε ἐπ᾽ αὐτὸ τοῦτο, δεησόμενος ὑμῶν. λέγοις ἄν, ἔφη, τὴν δέησιν. 126a] Cephalus When we came from our home at Clazomenae to Athens, we met Adeimantus and Glaucon in the market-place. Adeimantus took me by the hand and said, “Welcome, Cephalus if there is anything we can do for you here, let us know.” “Why,” said I, “that is just why I am here, to ask a favour of you.” “Tell us,” said he, “what it is.” [126β] καὶ ἐγὼ εἶπον: τῷ ἀδελφῷ ὑμῶν τῷ ὁμομητρίῳ τί ἦν ὄνομα; οὐ γὰρ μέμνημαι. παῖς δέ που ἦν, ὅτε τὸ πρότερον ἐπεδήμησα δεῦρο ἐκ Κλαζομενῶν: πολὺς δὲ ἤδη χρόνος ἐξ ἐκείνου. τῷ μὲν γὰρ πατρί, δοκῶ, Πυριλάμπης ὄνομα. πάνυ γε, ἔφη. αὐτῷ δέ γε; Ἀντιφῶν. ἀλλὰ τί μάλιστα πυνθάνῃ; οἵδε, εἶπον ἐγώ, πολῖταί τ᾽ ἐμοί εἰσι, μάλα φιλόσοφοι, ἀκηκόασί τε ὅτι οὗτος ὁ Ἀντιφῶν Πυθοδώρῳ τινὶ Ζήνωνος [126b] And I said, “What was your half-brother's name? I don't remember. He was only a boy when I came here from Clazomenae before and that is now a long time ago. His father's name, I believe, was Pyrilampes.” “Yes,” said he. “And what is his own name?” “Antiphon. Why do you ask?” “These gentlemen,” I said, “are fellow-citizens of mine, who are very fond of philosophy. They have heard that this Antiphon had a good deal to do with a friend of Zeno's named Pythodorus, that Pythodorus often repeated to him the conversation [126ξ] ἑταίρῳ πολλὰ ἐντετύχηκε, καὶ τοὺς λόγους, οὕς ποτε Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης διελέχθησαν, πολλάκις ἀκούσας τοῦ Πυθοδώρου ἀπομνημονεύει. ἀληθῆ, ἔφη, λέγεις. τούτων τοίνυν, εἶπον, δεόμεθα διακοῦσαι. ἀλλ᾽ οὐ χαλεπόν, ἔφη: μειράκιον γὰρ ὢν αὐτοὺς εὖ μάλα διεμελέτησεν, ἐπεὶ νῦν γε κατὰ τὸν πάππον τε καὶ ὁμώνυμον πρὸς ἱππικῇ τὰ πολλὰ διατρίβει. ἀλλ᾽ εἰ δεῖ, ἴωμεν παρ᾽ αὐτόν: ἄρτι γὰρ ἐνθένδε οἴκαδε οἴχεται, οἰκεῖ δὲ ἐγγὺς ἐν Μελίτῃ. [126c] which Socrates, Zeno, and Parmenides once had together, and that he remembers it.” “That is true,” said he. “Well,” I said, “we should like to hear it.” “There is no difficulty about that,” said he “for when he was a youth he studied it with great care though now he devotes most of his time to horses, like his grandfather Antiphon. If that is what you want, let us go to him. He has just gone home from here, and he lives close by in Melite.” [127α] ταῦτα εἰπόντες ἐβαδίζομεν, καὶ κατελάβομεν τὸν Ἀντιφῶντα οἴκοι, χαλινόν τινα χαλκεῖ ἐκδιδόντα σκευάσαι: ἐπειδὴ δὲ ἐκείνου ἀπηλλάγη οἵ τε ἀδελφοὶ ἔλεγον αὐτῷ ὧν ἕνεκα παρεῖμεν, ἀνεγνώρισέν τέ με ἐκ τῆς προτέρας ἐπιδημίας καί με ἠσπάζετο, καὶ δεομένων ἡμῶν διελθεῖν τοὺς λόγους, τὸ μὲν πρῶτον ὤκνει—πολὺ γὰρ ἔφη ἔργον εἶναι— ἔπειτα μέντοι διηγεῖτο. ἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι ἀφίκοιντό ποτε εἰς Παναθήναια τὰ μεγάλα [127a] Thereupon we started, and we found Antiphon at home, giving a smith an order to make a bridle. When he had got rid of the smith and his brother told him what we were there for, he remembered me from my former visit and greeted me cordially, and when we asked him to repeat the conversation, he was at first unwilling—for he said it was a good deal of trouble—but afterwards he did so. Antiphon, then, said that Pythodorus told him stics [127β] Ζήνων τε καὶ Παρμενίδης. τὸν μὲν οὖν Παρμενίδην εὖ μάλα ἤδη πρεσβύτην εἶναι, σφόδρα πολιόν, καλὸν δὲ κἀγαθὸν τὴν ὄψιν, περὶ ἔτη μάλιστα πέντε καὶ ἑξήκοντα: Ζήνωνα δὲ ἐγγὺς τῶν τετταράκοντα τότε εἶναι, εὐμήκη δὲ καὶ χαρίεντα ἰδεῖν, καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ Παρμενίδου γεγονέναι. καταλύειν δὲ αὐτοὺς ἔφη παρὰ τῷ [127b] that Zeno and Parmenides once came to the Great Panathenaea; that Parmenides was already quite elderly, about sixty-five years old, very white-haired, and of handsome and noble countenance; Zeno was at that time about forty years of age; he was tall and good-looking, and there was a story that Parmenides had been in love with him. [127ξ] Πυθοδώρῳ ἐκτὸς τείχους ἐν Κεραμεικῷ: οἷ δὴ καὶ ἀφικέσθαι τόν τε Σωκράτη καὶ ἄλλους τινὰς μετ᾽ αὐτοῦ πολλούς, ἐπιθυμοῦντας ἀκοῦσαι τῶν τοῦ Ζήνωνος γραμμάτων—τότε γὰρ αὐτὰ πρῶτον ὑπ᾽ ἐκείνων κομισθῆναι—Σωκράτη δὲ εἶναι τότε σφόδρα νέον. ἀναγιγνώσκειν οὖν αὐτοῖς τὸν Ζήνωνα αὐτόν, τὸν δὲ Παρμενίδην τυχεῖν ἔξω ὄντα: καὶ εἶναι πάνυ βραχὺ ἔτι λοιπὸν τῶν λόγων ἀναγιγνωσκομένων, ἡνίκα [127c] He said that they lodged with Pythodorus outside of the wall, in Cerameicus, and that Socrates and many others with him went there because they wanted to hear Zeno's writings, which had been brought to Athens for the first time by them. Socrates was then very young. So Zeno himself read aloud to them, and Parmenides was not in the house. [127δ] αὐτός τε ἐπεισελθεῖν ἔφη ὁ Πυθόδωρος ἔξωθεν καὶ τὸν Παρμενίδην μετ᾽ αὐτοῦ καὶ Ἀριστοτέλη τὸν τῶν τριάκοντα γενόμενον, καὶ σμίκρ᾽ ἄττα ἔτι ἐπακοῦσαι τῶν γραμμάτων: οὐ μὴν αὐτός γε, ἀλλὰ καὶ πρότερον ἀκηκοέναι τοῦ Ζήνωνος. τὸν οὖν Σωκράτη ἀκούσαντα πάλιν τε κελεῦσαι τὴν πρώτην ὑπόθεσιν τοῦ πρώτου λόγου ἀναγνῶναι, καὶ ἀναγνωσθείσης, [127d] Pythodorus said the reading of the treatises was nearly finished when he came in himself with Parmenides and Aristoteles (the one who was afterwards one of the thirty), so they heard only a little that remained of the written works. He himself, however, had heard Zeno read them before. Socrates listened to the end, and then asked that the first thesis of the first treatise be read again. When this had been done, he said: [127ε] πῶς, φάναι, ὦ Ζήνων, τοῦτο λέγεις; εἰ πολλά ἐστι τὰ ὄντα, ὡς ἄρα δεῖ αὐτὰ ὅμοιά τε εἶναι καὶ ἀνόμοια, τοῦτο δὲ δὴ ἀδύνατον: οὔτε γὰρ τὰ ἀνόμοια ὅμοια οὔτε τὰ ὅμοια ἀνόμοια οἷόν τε εἶναι; οὐχ οὕτω λέγεις; οὕτω, φάναι τὸν Ζήνωνα. οὐκοῦν εἰ ἀδύνατον τά τε ἀνόμοια ὅμοια εἶναι καὶ τὰ ὅμοια ἀνόμοια, ἀδύνατον δὴ καὶ πολλὰ εἶναι; εἰ γὰρ πολλὰ εἴη, πάσχοι ἂν τὰ ἀδύνατα. ἆρα τοῦτό ἐστιν ὃ βούλονταί σου οἱ λόγοι, οὐκ ἄλλο τι ἢ διαμάχεσθαι παρὰ πάντα τὰ λεγόμενα ὡς οὐ πολλά ἐστι; καὶ τούτου αὐτοῦ οἴει σοι τεκμήριον εἶναι ἕκαστον τῶν λόγων, ὥστε καὶ ἡγῇ τοσαῦτα τεκμήρια παρέχεσθαι, ὅσουσπερ λόγους γέγραφας, ὡς οὐκ [127e] “Zeno, what do you mean by this? That if existences are many, they must be both like and unlike, which is impossible; for the unlike cannot be like, nor the like unlike? Is not that your meaning?” “Yes,” said Zeno. “Then if it is impossible for the unlike to be like and the like unlike, it is impossible for existences to be many; for if they were to be many, they would experience the impossible. Is that the purpose of your treatises, to maintain against all arguments that existences are not many? And you think each of your treatises is a proof of this very thing, and therefore you believe that the proofs you offer that existences are not many are as many as the treatises you have written? Is that your meaning, [128α] ἔστι πολλά; οὕτω λέγεις, ἢ ἐγὼ οὐκ ὀρθῶς καταμανθάνω; οὔκ, ἀλλά, φάναι τὸν Ζήνωνα, καλῶς συνῆκας ὅλον τὸ γράμμα ὃ βούλεται. μανθάνω, εἰπεῖν τὸν Σωκράτη, ὦ Παρμενίδη, ὅτι Ζήνων ὅδε οὐ μόνον τῇ ἄλλῃ σου φιλίᾳ βούλεται ᾠκειῶσθαι, ἀλλὰ καὶ τῷ συγγράμματι. ταὐτὸν γὰρ γέγραφε τρόπον τινὰ ὅπερ σύ, μεταβάλλων δὲ ἡμᾶς πειρᾶται ἐξαπατᾶν ὡς ἕτερόν τι λέγων. σὺ μὲν γὰρ ἐν τοῖς ποιήμασιν ἓν φῂς εἶναι τὸ [128a] or have I misunderstood?” “No,” said Zeno, “you have grasped perfectly the general intent of the work.” “I see, Parmenides,” said Socrates, “that Zeno here wishes to be very close to you not only in his friendship, but also in his writing. For he has written much the same thing as you, but by reversing the process he tries to cheat us into the belief that he is saying something new. For you, in your poems, say that the all is one, [128β] πᾶν, καὶ τούτων τεκμήρια παρέχῃ καλῶς τε καὶ εὖ: ὅδε δὲ αὖ οὐ πολλά φησιν εἶναι, τεκμήρια δὲ καὶ αὐτὸς πάμπολλα καὶ παμμεγέθη παρέχεται. τὸ οὖν τὸν μὲν ἓν φάναι, τὸν δὲ μὴ πολλά, καὶ οὕτως ἑκάτερον λέγειν ὥστε μηδὲν τῶν αὐτῶν εἰρηκέναι δοκεῖν σχεδόν τι λέγοντας ταὐτά, ὑπὲρ ἡμᾶς τοὺς ἄλλους φαίνεται ὑμῖν τὰ εἰρημένα εἰρῆσθαι. ναί, φάναι τὸν Ζήνωνα, ὦ Σώκρατες. σὺ δ᾽ οὖν τὴν ἀλήθειαν τοῦ γράμματος οὐ πανταχοῦ ᾔσθησαι. καίτοι [128b] and you furnish proofs of this in fine and excellent fashion; and he, on the other hand, says it is not many, and he also furnishes very numerous and weighty proofs. That one of you says it is one, and the other that it is not many, and that each of you expresses himself so that although you say much the same you seem not to have said the same things at all, appears to the rest of us a feat of expression quite beyond our power.” “Yes, Socrates,” said Zeno, “but you have not perceived all aspects of the truth about my writings. You follow the arguments with a scent [128ξ] ὥσπερ γε αἱ Λάκαιναι σκύλακες εὖ μεταθεῖς τε καὶ ἰχνεύεις τὰ λεχθέντα: ἀλλὰ πρῶτον μέν σε τοῦτο λανθάνει, ὅτι οὐ παντάπασιν οὕτω σεμνύνεται τὸ γράμμα, ὥστε ἅπερ σὺ λέγεις διανοηθὲν γραφῆναι, τοὺς ἀνθρώπους δὲ ἐπικρυπτόμενον ὥς τι μέγα διαπραττόμενον: ἀλλὰ σὺ μὲν εἶπες τῶν συμβεβηκότων τι, ἔστι δὲ τό γε ἀληθὲς βοήθειά τις ταῦτα τὰ γράμματα τῷ Παρμενίδου λόγῳ πρὸς τοὺς ἐπιχειροῦντας [128c] as keen as a Laconian hound's, but you do not observe that my treatise is not by any means so pretentious that it could have been written with the intention you ascribe to it, of disguising itself as a great performance in the eyes of men. What you mentioned is a mere accident, but in truth these writings are meant to support the argument of Parmenides against those who attempt to jeer at him and assert that [128δ] αὐτὸν κωμῳδεῖν ὡς εἰ ἕν ἐστι, πολλὰ καὶ γελοῖα συμβαίνει πάσχειν τῷ λόγῳ καὶ ἐναντία αὑτῷ. ἀντιλέγει δὴ οὖν τοῦτο τὸ γράμμα πρὸς τοὺς τὰ πολλὰ λέγοντας, καὶ ἀνταποδίδωσι ταὐτὰ καὶ πλείω, τοῦτο βουλόμενον δηλοῦν, ὡς ἔτι γελοιότερα πάσχοι ἂν αὐτῶν ἡ ὑπόθεσις, εἰ πολλά ἐστιν, ἢ ἡ τοῦ ἓν εἶναι, εἴ τις ἱκανῶς ἐπεξίοι. διὰ τοιαύτην δὴ φιλονικίαν ὑπὸ νέου ὄντος ἐμοῦ ἐγράφη, καί τις αὐτὸ ἔκλεψε γραφέν, ὥστε οὐδὲ βουλεύσασθαι ἐξεγένετο εἴτ᾽ [128d] if the all is one many absurd results follow which contradict his theory. Now this treatise opposes the advocates of the many and gives them back their ridicule with interest, for its purpose is to show that their hypothesis that existences are many, if properly followed up, leads to still more absurd results than the hypothesis that they are one. It was in such a spirit of controversy that I wrote it when I was young, [128ε] ἐξοιστέον αὐτὸ εἰς τὸ φῶς εἴτε μή. ταύτῃ οὖν σε λανθάνει, ὦ Σώκρατες, ὅτι οὐχ ὑπὸ νέου φιλονικίας οἴει αὐτὸ γεγράφθαι, ἀλλ᾽ ὑπὸ πρεσβυτέρου φιλοτιμίας: ἐπεί, ὅπερ γ᾽ εἶπον, οὐ κακῶς ἀπῄκασας. ἀλλ᾽ ἀποδέχομαι, φάναι τὸν Σωκράτη, καὶ ἡγοῦμαι ὡς λέγεις ἔχειν. τόδε δέ μοι εἰπέ: οὐ νομίζεις εἶναι αὐτὸ καθ᾽ [128e] and when it was written some one stole it, so that I could not even consider whether it should be published or not. So, Socrates, you are not aware of this and you think that the cause of its composition was not the controversial spirit of a young man, but the ambition of an old one. In other respects, as I said, you guessed its meaning pretty well.” “I see,” said Socrates, “and I accept your explanation. But tell me, do you not believe there is an idea of likeness in the abstract, [129α] αὑτὸ εἶδός τι ὁμοιότητος, καὶ τῷ τοιούτῳ αὖ ἄλλο τι ἐναντίον, ὃ ἔστιν ἀνόμοιον: τούτοιν δὲ δυοῖν ὄντοιν καὶ ἐμὲ καὶ σὲ καὶ τἆλλα ἃ δὴ πολλὰ καλοῦμεν μεταλαμβάνειν; καὶ τὰ μὲν τῆς ὁμοιότητος μεταλαμβάνοντα ὅμοια γίγνεσθαι ταύτῃ τε καὶ κατὰ τοσοῦτον ὅσον ἂν μεταλαμβάνῃ, τὰ δὲ τῆς ἀνομοιότητος ἀνόμοια, τὰ δὲ ἀμφοτέρων ἀμφότερα; εἰ δὲ καὶ πάντα ἐναντίων ὄντων ἀμφοτέρων μεταλαμβάνει, καὶ ἔστι τῷ μετέχειν ἀμφοῖν ὅμοιά τε καὶ ἀνόμοια αὐτὰ [129a] and another idea of unlikeness, the opposite of the first, and that you and I and all things which we call many partake of these two? And that those which partake of likeness become like, and those which partake of unlikeness become unlike, and those which partake of both become both like and unlike, all in the manner and degree of their participation? And even if all things partake of both opposites, and are enabled by their participation to be both like and unlike themselves, [129β] αὑτοῖς, τί θαυμαστόν; εἰ μὲν γὰρ αὐτὰ τὰ ὅμοιά τις ἀπέφαινεν ἀνόμοια γιγνόμενα ἢ τὰ ἀνόμοια ὅμοια, τέρας ἂν οἶμαι ἦν: εἰ δὲ τὰ τούτων μετέχοντα ἀμφοτέρων ἀμφότερα ἀποφαίνει πεπονθότα, οὐδὲν ἔμοιγε, ὦ Ζήνων, ἄτοπον δοκεῖ, οὐδέ γε εἰ ἓν ἅπαντα ἀποφαίνει τις τῷ μετέχειν τοῦ ἑνὸς καὶ ταὐτὰ ταῦτα πολλὰ τῷ πλήθους αὖ μετέχειν. ἀλλ᾽ εἰ ὃ ἔστιν ἕν, αὐτὸ τοῦτο πολλὰ ἀποδείξει καὶ αὖ τὰ πολλὰ δὴ [129b] what is there wonderful about that? For if anyone showed that the absolute like becomes unlike, or the unlike like, that would, in my opinion, be a wonder; but if he shows that things which partake of both become both like and unlike, that seems to me, Zeno, not at all strange, not even if he shows that all things are one by participation in unity and that the same are also many by participation in multitude; but if he shows that absolute unity is also many and the absolute many again are one, then I shall be amazed. [129ξ] ἕν, τοῦτο ἤδη θαυμάσομαι. καὶ περὶ τῶν ἄλλων ἁπάντων ὡσαύτως: εἰ μὲν αὐτὰ τὰ γένη τε καὶ εἴδη ἐν αὑτοῖς ἀποφαίνοι τἀναντία ταῦτα πάθη πάσχοντα, ἄξιον θαυμάζειν: εἰ δ᾽ ἐμὲ ἕν τις ἀποδείξει ὄντα καὶ πολλά, τί θαυμαστόν, λέγων, ὅταν μὲν βούληται πολλὰ ἀποφῆναι, ὡς ἕτερα μὲν τὰ ἐπὶ δεξιά μού ἐστιν, ἕτερα δὲ τὰ ἐπ᾽ ἀριστερά, καὶ ἕτερα μὲν τὰ πρόσθεν, ἕτερα δὲ τὰ ὄπισθεν, καὶ ἄνω καὶ κάτω ὡσαύτως—πλήθους γὰρ οἶμαι μετέχω—ὅταν δὲ ἕν, ἐρεῖ ὡς [129c] The same applies to all other things. If he shows that the kinds and ideas in and by themselves possess these opposite qualities, it is marvellous but if he shows that I am both one and many, what marvel is there in that? He will say, when he wishes to show that I am many, that there are my right parts and my left parts, my front parts and my back parts, likewise upper and lower, all different; for I do, I suppose, partake of multitude; [129δ] ἑπτὰ ἡμῶν ὄντων εἷς ἐγώ εἰμι ἄνθρωπος μετέχων καὶ τοῦ ἑνός: ὥστε ἀληθῆ ἀποφαίνει ἀμφότερα. ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὸν ἀποφαίνειν, λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα, τὶ φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλὰ οὐδὲ τὰ πολλὰ ἕν, οὐδέ τι θαυμαστὸν λέγειν, ἀλλ᾽ ἅπερ ἂν πάντες ὁμολογοῖμεν: ἐὰν δέ τις ὧν νυνδὴ ἐγὼ ἔλεγον πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ καθ᾽ αὑτὰ τὰ εἴδη, οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος [129d] and when he wishes to show that I am one, he will say that we here are seven persons, of whom I am one, a man, partaking also of unity and so he shows that both assertions are true. If anyone then undertakes to show that the same things are both many and one—I mean such things as stones, sticks, and the like—we shall say that he shows that they are many and one, but not that the one is many or the many one; he says nothing wonderful, but only what we should all accept. If, however, as I was saying just now, he first distinguishes the abstract ideas, such as likeness and unlikeness, [129ε] καὶ τὸ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοιαῦτα, εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαι καὶ διακρίνεσθαι ἀποφαίνῃ, ἀγαίμην ἂν ἔγωγ᾽, ἔφη, θαυμαστῶς, ὦ Ζήνων. ταῦτα δὲ ἀνδρείως μὲν πάνυ ἡγοῦμαι πεπραγματεῦσθαι: πολὺ μεντἂν ὧδε μᾶλλον, ὡς λέγω, ἀγασθείην εἴ τις ἔχοι τὴν αὐτὴν ταύτην ἀπορίαν ἐν αὐτοῖς τοῖς εἴδεσι [129e] multitude and unity, rest and motion, and the like, and then shows that they can be mingled and separated, I should,” said he, “be filled with amazement, Zeno. Now I think this has been very manfully discussed by you; but I should, as I say, be more amazed if anyone could show in the abstract ideas, which are intellectual conceptions, [130α] παντοδαπῶς πλεκομένην, ὥσπερ ἐν τοῖς ὁρωμένοις διήλθετε, οὕτως καὶ ἐν τοῖς λογισμῷ λαμβανομένοις ἐπιδεῖξαι. λέγοντος δή, ἔφη ὁ Πυθόδωρος, τοῦ Σωκράτους ταῦτα αὐτὸς μὲν ἂν οἴεσθαι ἐφ᾽ ἑκάστου ἄχθεσθαι τόν τε Παρμενίδην καὶ τὸν Ζήνωνα, τοὺς δὲ πάνυ τε αὐτῷ προσέχειν τὸν νοῦν καὶ θαμὰ εἰς ἀλλήλους βλέποντας μειδιᾶν ὡς ἀγαμένους τὸν Σωκράτη. ὅπερ οὖν καὶ παυσαμένου αὐτοῦ εἰπεῖν τὸν Παρμενίδην: ὦ Σώκρατες, φάναι, ὡς ἄξιος εἶ [130a] this same multifarious and perplexing entanglement which you described in visible objects.” Pythodorus said that he thought at every word, while Socrates was saying this, Parmenides and Zeno would be angry, but they paid close attention to him and frequently looked at each other and smiled, as if in admiration of Socrates, and when he stopped speaking Parmenides expressed their approval. “Socrates,” [130β] ἄγασθαι τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους. καί μοι εἰπέ, αὐτὸς σὺ οὕτω διῄρησαι ὡς λέγεις, χωρὶς μὲν εἴδη αὐτὰ ἄττα, χωρὶς δὲ τὰ τούτων αὖ μετέχοντα; καί τί σοι δοκεῖ εἶναι αὐτὴ ὁμοιότης χωρὶς ἧς ἡμεῖς ὁμοιότητος ἔχομεν, καὶ ἓν δὴ καὶ πολλὰ καὶ πάντα ὅσα νυνδὴ Ζήνωνος ἤκουες; ἔμοιγε, φάναι τὸν Σωκράτη. ἦ καὶ τὰ τοιαῦτα, εἰπεῖν τὸν Παρμενίδην, οἷον δικαίου τι εἶδος αὐτὸ καθ᾽ αὑτὸ καὶ καλοῦ καὶ ἀγαθοῦ καὶ πάντων αὖ τῶν τοιούτων; ναί, φάναι. [130b] he said, “what an admirable talent for argument you have! Tell me, did you invent this distinction yourself, which separates abstract ideas from the things which partake of them? And do you think there is such a thing as abstract likeness apart from the likeness which we possess, and abstract one and many, and the other abstractions of which you heard Zeno speaking just now?” “Yes, I do,” said Socrates. “And also,” said Parmenides, “abstract ideas of the just, the beautiful, the good, and all such conceptions?” “Yes,” he replied. [130ξ] τί δ᾽, ἀνθρώπου εἶδος χωρὶς ἡμῶν καὶ τῶν οἷοι ἡμεῖς ἐσμεν πάντων, αὐτό τι εἶδος ἀνθρώπου ἢ πυρὸς ἢ καὶ ὕδατος; ἐν ἀπορίᾳ, φάναι, πολλάκις δή, ὦ Παρμενίδη, περὶ αὐτῶν γέγονα, πότερα χρὴ φάναι ὥσπερ περὶ ἐκείνων ἢ ἄλλως. ἦ καὶ περὶ τῶνδε, ὦ Σώκρατες, ἃ καὶ γελοῖα δόξειεν ἂν εἶναι, οἷον θρὶξ καὶ πηλὸς καὶ ῥύπος ἢ ἄλλο τι ἀτιμότατόν τε καὶ φαυλότατον, ἀπορεῖς εἴτε χρὴ φάναι καὶ τούτων [130c] “And is there an abstract idea of man, apart from us and all others such as we are, or of fire or water?” “I have often,” he replied, “been very much troubled, Parmenides, to decide whether there are ideas of such things, or not.” “And are you undecided about certain other things, which you might think rather ridiculous, such as hair, mud, dirt, or anything else particularly vile and worthless? Would you say that there is an idea of each of these distinct and different from the things [130d] with which we have to do, or not?” “By no means,” said Socrates. “No, I think these things are such as they appear to us, and it would be quite absurd to believe that there is an idea of them; and yet I am sometimes disturbed by the thought that perhaps what is true of one thing is true of all. Then when I have taken up this position, I run away for fear of falling into some abyss of nonsense and perishing; so when I come to those things which we were just saying do have ideas, I stay and busy myself with them.” [130ε] νέος γὰρ εἶ ἔτι, φάναι τὸν Παρμενίδην, ὦ Σώκρατες, καὶ οὔπω σου ἀντείληπται φιλοσοφία ὡς ἔτι ἀντιλήψεται κατ᾽ ἐμὴν δόξαν, ὅτε οὐδὲν αὐτῶν ἀτιμάσεις: νῦν δὲ ἔτι πρὸς ἀνθρώπων ἀποβλέπεις δόξας διὰ τὴν ἡλικίαν. τόδε δ᾽ οὖν μοι εἰπέ. δοκεῖ σοι, ὡς φῄς, εἶναι εἴδη ἄττα, ὧν τάδε τὰ ἄλλα μεταλαμβάνοντα τὰς ἐπωνυμίας αὐτῶν ἴσχειν, οἷον [130e] “Yes, for you are still young,” said Parmenides, “and philosophy has not yet taken hold upon you, Socrates, as I think it will later. Then you will not despise them; but now you still consider people's opinions, on account of your youth. Well, tell me do you think that, as you say, there are ideas, and that these other things which partake of them are named from them,